ΠΡΟΣΕΥΧΗ ΤΕΚΝΟΓΟΝΙΑΣ
(δια να μπορέσουν να κάμουν τα ζευγάρια παιδιά)
Εις το όνομα Του Πατρός και του Υιού Και του Αγίου Πνεύματος.Αμήν.
Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς (3 φορές). Δόξα. Πατρί και Υιώ και Αγίω Πνεύματι.Καί νύν και αεί και εις τους αιώνας των αιώνων .Αμήν. Παναγία Τριάς, ελέησον ημάς.Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών.Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον. Δόξα. Πατρί και Υιώ και Αγίω Πνεύματι.Καί νύν και αεί και εις τους αιώνας των αιώνων .Αμήν. Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου, ελθέτω η βασιλεία σου, γενηθήτω τό θέλημά σου, ώς εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον, καί άφες ημίν τά οφειλήματα ημών, ώς καί ημείς αφίεμεν τοίς οφειλέταις ημών, καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού. Δι’ευχών των αγίων Πατέρων ημών κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς .Αμην.
Θεοτόκε Παρθένε, χαίρε, κεχαριτωμένη Μαρία, ο Κύριος μετά σού. ευλογημένη, σύ εν γυναιξί, καί ευλογημένος ο καρπός τής κοιλίας σου, ότι Σωτήρα έτεκες τών ψυχών ημών.
Βαπτιστά τού Χριστού, πάντων ημών μνήσθητι, ίνα ρυσθώμεν τών ανομιών ημών, σοί γάρ εδόθη χάρις, πρεσβεύειν υπέρ ημών.
Βίον ένθεον, καλώς ανύσας, σκεύος τίμιον του Παρακλήτου, ανεδείχθης θεοφόρε Αρσένιε, και των θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, Πάτερ Όσιε Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν τω βασιλεί ημών Θεώ.
· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν Χριστώ, τω βασιλεί ημών Θεώ.
· Δεύτε, προσκυνήσωμεν και προσπέσωμεν αυτώ Χριστώ, τω βασιλεί και Θεώ ημών.
Ψαλμός 19
ΕΠΑΚΟΥΣΑΙ σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ᾿Ιακώβ. 3 ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. 4 μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. . 5 δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι. 6 ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. 7 νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ. 8 οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. 9 αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. 10 Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
ΑΙΝΕΙΤΕ, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου· 2 εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 3 ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου. 4 ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. 5 τίς ὡς Κύριος ὁ Θεὸς ἡμῶν; ὁ ἐν ὑψηλοῖς κατοικῶν 6 καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, 7 ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα 8 τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ· 9 ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.
ΕΥΧΗ ΤΕΚΝΟΓΟΝΙΑΣ
ΚΥΡΙΕ Ιησού Χριστέ ο Θεός ημών, ο Ελεήμων και Πανάγαθος, ο πάσαν την νοητήν και αισθητήν κτίσιν εν σοφία δημιουργήσας.. Συ ο ειπών επί τον Αδάμ και την Εύαν αυξάνεσθαι και πληθύνεσθαι και κατακυριεύσατε της γης .Συ Ο παραγενόμενος εν τη σωτηριώδη σου οικονομία εν Κανά της Γαλιλαίας και τον εκείσε γάμον ευλογήσας ίνα φανερώσεις ότι σον θέλημα εστίν η έννομος συζυγία και η εξ’αυτής παιδοποιία.Αυτός Δέσποτα Πανάγιε δια πρεσβειών της Παναχράντου Σου Μητρός , Υπερευλογημένης, Ενδόξου ημών Θεοτόκου και Αειπαρθένου Μαρίας, θεία δυνάμει του Τιμίου και Ζωοποιού Σου Σταυρού και του πανενδόξου και παντοδυνάμου Ονόματός Σου , πρεσβείαις των Αγίων και δικαίων Θεοπατόρων Ιωακείμ και Άννης ,ευχαίς του Οσίου Πατρός ημών Αρσενίου του Καππαδόκου του θαυματουργού , του Αγίου ενδόξου Νεομάρτυρος Αναστασίου του Ναυπλιέως και πάντων Σου των Αγίων, επίβλεψον εφ’ημάς τους δούλους σου … και ελέησον, συγχώρησον, διαφύλαξον , κατεύθυνον την καρδίαν ημών εις την Σην αγάπην και κατάπεμψον ημίν πλούσια τα ελέη Σου, ως ευλόγησας τον Αβραάμ και την Σάραν , τον Ισαάκ και την Ρεβέκκαν τον Ιωακείμ και την Άνναν .Δός ημίν τοις αναξίοις δούλοις Σου καρπόν κοιλίας, αξίωσον ημάς ιδείν τέκνα τέκνων ως νεόφυτα ελαιών κύκλω της τραπέζης ημών .
Αντιλαβού ημάς και καταξίωσον τω Αγίω Θελήματί Σου ίνα αποκτήσωμεν τέκνα άγια , ευλογημένα και αγαθά, πεπληρωμένα της χάριτος Του Παναγίου Σου Πνεύματός και της Αγίας Σου Χαράς και Αγάπης, τέκνα Της Βασιλείας Σου της αιωνίας και δοξολογούντα απαύστως Σε τον μόνον αληθινόν Θεόν ημών συν τω Ανάρχω Σου Πατρί και Τω Παναγίω και Αγαθώ και Ζωοποιώ Σου Πνεύματι νύν και αεί και εις τους ατελευτήτους αιώνας των αιώνων.Αμήν!
ΖΩΗΝ την κυήσασαν εκυοφόρησας.Αγνήν Θεομήτορα, θεόφρον Άννα. Διο προς λήξιν ουράνιον ,ένθα ευφραινομένων , κατοικία εν δόξη, χαίρουσα νυν μετέστης, τοις τιμώσι σε πόθω, πταισμάτων αιτουμένη ιλασμόν, αειμακάριστε.
Δι’ευχών των αγίων Πατέρων ημών Κύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς .Αμην.
ΙΕΡΟΣ ΝΑΟΣ ΠΑΝΑΓΙΑΣ ΝΑΥΠΛΙΟΥ τηλ.2752 0 24166